Salmos 53
No hay quien haga el bien
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ 2ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν; 3Ο ΘΕΟΣ, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου. 5ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. (διάψαλμα). ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. 6ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
7ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· 8ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
¡Copiado!
Aa