Midvash

Proverbs 21:30

1ΩΣΠΕΡ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ· οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν.a

2πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος, κατευθύνει δὲ καρδίας Κύριος.b

3ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.c

4μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.

5ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου.d

6ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.

7πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. 9κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.

8ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾿ οὐδενὸς τῶν ἀνθρώπων.

9ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος, συνίων δὲ σοφὸς δέξεται γνῶσιν.e

10συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.

11ὃς φράσσει τὰ ὧτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.f

12δόσις λάθριος ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.

13εὐφροσύνη δικαίων ποιεῖν κρίμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.

14ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.

15ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·

16περικάθαρμα δὲ δικαίου ἄνομος.

17κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.g

18θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.h

19ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.i

20πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφ᾿ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.

21ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.j

22θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος.

23ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν, οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.k

24ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.

25θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.

26μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.

27ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.

28οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ.

29ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια.

Copiado para área de transferência

Text Size

Aa

Reading Theme

Reading mode